Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.46 Joseph. AJ 14.51 (English) >>Joseph. AJ 14.57

14.49ὡς δὲ παραμειψάμενος Πέλλαν καὶ Σκυθόπολιν εἰς Κορέας ἧκεν, ἥτις ἐστὶν ἀρχὴ τῆς Ἰουδαίας διεξιόντι τὴν μεσόγειον, ἐνταῦθα εἴς τι περικαλλὲς ἔρυμα ἐπʼ ἄκρου τοῦ ὄρους ἱδρυμένον Ἀλεξάνδρειον Ἀριστοβούλου συμπεφευγότος, πέμψας ἐκέλευσεν ἥκειν πρὸς αὐτόν. 14.50 δὲ παραινούντων πολλῶν μὴ πολεμεῖν Ῥωμαίοις κάτεισιν καὶ δικαιολογησάμενος πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς πάλιν εἰς τὴν ἀκρόπολιν ἀναβαίνει Πομπηίου συγχωρήσαντος. 14.51καὶ τοῦτʼ ἐποίησεν δὶς καὶ τρίς, ἅμα μὲν κολακεύων τὴν ἀπʼ αὐτοῦ περὶ τῆς βασιλείας ἐλπίδα καὶ πρὸς ἕκαστον ὧν κελεύσειεν Πομπήιος ὑπακούειν ὑποκρινόμενος, ἅμα δὲ ἀναχωρῶν εἰς τὸ ἔρυμα ὑπὲρ τοῦ μὴ καταλύειν αὑτὸν καὶ πρὸς τὸ πολεμεῖν ἀφορμὴν αὑτῷ παρασκευαζόμενος, δεδιὼς μὴ τὴν ἀρχὴν εἰς Ὑρκανὸν περιστήσῃ. 14.52κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ τοῖς φρουράρχοις ἐπιστέλλειν τῇ ἑαυτοῦ χειρί, παραδέχεσθαι δὲ ἄλλως ἀπείρητο, πείθεται μέν, δυσανασχετῶν δʼ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ ἐν παρασκευῇ τοῦ πολεμεῖν ἐγίνετο. 14.53καὶ μετʼ οὐ πολὺ Πομπηίῳ στρατιὰν ἐπʼ αὐτὸν ἄγοντι καθʼ ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην. 14.54

Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.46 Joseph. AJ 14.51 (English) >>Joseph. AJ 14.57

Powered by PhiloLogic